The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
- πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια,
- ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
- κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
- σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον,
- πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπειν
- ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ,
- τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.
- ---
- τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη
- χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε,
- οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενος
- τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.
- τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα