The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην.
- οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.
- τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
- οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;
- νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.
- εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.
- ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.
- ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα,
- ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω
- πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,
- πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·
- ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
- σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ
- καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
- αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,
- ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα
- θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
- πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια,
- ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
- κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.