The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;
- κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ.
- σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
- ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —
- τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.
- Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα.
- ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;
- μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.
- ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους;
- Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.
- ὁ δʼ Οἰδίπου τί, τίνι τρόπῳ Θήβας λιπών;
- ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.
- σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν.
- ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.
- οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται;
- ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην.
- μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα;
- οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην.
- οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.
- τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
- οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;