The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
  2. τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
  3. ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων,
  4. μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
  5. βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
  6. παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·
  7. οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
  8. θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
Χορός
  1. — ἰὼ ἰώ·
  2. τάδε δὴ παίδων καὶ δὴ φθιμένων
  3. ὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι,
  4. γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν
  5. ῥώμη παίδων ὑπὸ πένθους —
  6. πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ
  7. καταλειβομένης τʼ ἄλγεσι πολλοῖς.
  8. τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς
  9. πάθος ἐξεύροις
  10. ἢ τέκνα θανόντʼ ἐσιδέσθαι;
Παῖδες
  1. — φέρω φέρω,
  2. τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,