The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- γενναίας ψυχᾶς ἀλόχοιο.
- καὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλας
- γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,
- οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.
- ὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων,
- ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων,
- τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ
- Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,
- ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιος
- βέβηκε πηδήσασα Καπανέως δάμαρ,
- θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν
- τὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼ
- φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,
- βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν