The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πυρᾶς φῶς τάφον τε
  2. βατεύσουσα τὸν αὐτόν,
  3. ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθον
  4. βίοτον αἰῶνός τε πόνους·
  5. ἥδιστος γάρ τοι θάνατος
  6. συνθνῄσκειν θνῄσκουσι φίλοις,
  7. εἰ δαίμων τάδε κραίνοι.
Χορός
  1. καὶ μὴν ὁρᾷς τήνδʼ ἧς ἐφέστηκας πέλας
  2. πυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸς
  3. πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις.
Εὐάδνη
  1. ὁρῶ δὴ τελευτάν,
  2. ἵνʼ ἕστακα· τύχα δέ μοι
  3. ξυνάπτοι ποδός· ἀλλὰ τᾶς
  4. εὐκλεΐας χάριν ἔνθεν ὁρ-