Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἤνυσʼ Ἄρτεμιν ἁ τλάμων·
  2. ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταν
  3. τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,
  4. πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶ
  5. νόστιμον
  6. ναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶς
  7. ὥρισεν Ἰλιάδος·
  8. τάλαινʼ, ἀπεῖπον ἄλγει,
Χορός
  1. τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν
  2. Ἰδαῖόν τε βούταν
  3. αἰνόπαριν κατάρᾳ
  4. διδοῦσʼ, ἐπεί με γᾶς ἐκ
  5. πατρῴας ἀπώλεσεν
  6. ἐξῴκισέν τʼ οἴκων γάμος, οὐ γάμος ἀλλʼ ἀ-
  7. λάστορός τις οἰζύς·
  8. ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν,
  9. μήτε πα-
  10. τρῷον ἵκοιτʼ ἐς οἶκον.
Πολυμήστωρ
  1. ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
  2. Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν