Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς,
  2. ἢ φαρμάκοισιν ἢ ʼπικουρίᾳ τινί;
  3. τίς σοι ξυνέσται χείρ; πόθεν κτήσῃ φίλους;
Ἑκάβη
  1. στέγαι κεκεύθασʼ αἵδε Τρῳάδων ὄχλον.
Ἀγαμέμνων
  1. τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;
Ἑκάβη
  1. σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.
Ἀγαμέμνων
  1. καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;
Ἑκάβη
  1. δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον.
Ἀγαμέμνων
  1. δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι γένος.
Ἑκάβη
  1. τί δʼ; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα
  2. καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;
  3. ἀλλʼ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,
  4. πέμψον δέ μοι τήνδʼ ἀσφαλῶς διὰ στρατοῦ
  5. γυναῖκα. — καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ
  6. λέξον· Καλεῖ σʼ ἄνασσα δή ποτʼ Ἰλίου
  7. Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,
  8. καὶ παῖδας· ὡς δεῖ καὶ τέκνʼ εἰδέναι λόγους
  9. τοὺς ἐξ ἐκείνης. — τὸν δὲ τῆς νεοσφαγοῦς
  10. Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,
  11. ὡς τώδʼ ἀδελφὼ πλησίον μιᾷ φλογί,