Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. παίειν προθυμῇ, παῖσον, εἰ δʼ ὑπʼ αὐχένα
  2. χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.
  3. ὃ δʼ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης,
  4. τέμνει σιδήρῳ πνεύματος διαρροάς·
  5. κρουνοὶ δʼ ἐχώρουν. ἣ δὲ καὶ θνῄσκουσʼ ὅμως
  6. πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,
  7. κρύπτουσʼ ἃ κρύπτειν ὄμματʼ ἀρσένων χρεών.
  8. ἐπεὶ δʼ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,
  9. οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον·
  10. ἀλλʼ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν
  11. φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν
  12. κορμοὺς φέροντες πευκίνους, ὁ δʼ οὐ φέρων
  13. πρὸς τοῦ φέροντος τοιάδʼ ἤκουεν κακά·
  14. Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι
  15. οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;
  16. οὐκ εἶ τι δώσων τῇ περίσσʼ εὐκαρδίῳ
  17. ψυχήν τʼ ἀρίστῃ; τοιάδʼ ἀμφὶ σῆς λέγων
  18. παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε
  19. πασῶν γυναικῶν δυστυχεστάτην θʼ ὁρῶ.
Χορός
  1. δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν