Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ραισιν Ἀρτέμιδος θεᾶς
  2. χρυσέαν ἄμπυκα τόξα τʼ εὐλογήσω;
Χορός
  1. ἢ Παλλάδος ἐν πόλει
  2. τὰς καλλιδίφρους Ἀθα-
  3. ναίας ἐν κροκέῳ πέπλῳ
  4. ζεύξομαι ἆρα πώλους ἐν
  5. δαιδαλέαισι ποικίλλουσʼ
  6. ἀνθοκρόκοισι πήναις, ἢ
  7. Τιτάνων γενεὰν
  8. τὰν Ζεὺς ἀμφιπύρῳ κοιμί-
  9. ζει φλογμῷ Κρονίδας;
Χορός
  1. ὤ μοι τεκέων ἐμῶν,
  2. ὤ μοι πατέρων χθονός θʼ,
  3. ἃ καπνῷ κατερείπεται,
  4. τυφομένα, δορίκτητος
  5. Ἀργεΐων· ἐγὼ δʼ ἐν ξεί-
  6. νᾳ χθονὶ δὴ κέκλημαι δού-
  7. λα, λιποῦσʼ Ἀσίαν,
  8. Εὐρώπας θεραπνᾶν ἀλλά-
  9. ξασʼ Ἅιδα θαλάμους.