Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
  2. σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
  3. βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
  4. γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
  5. ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος
  6. σπασθεῖσʼ, ἃ πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.
  7. ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
  8. δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·
  9. ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατον
  10. ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.
  11. τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
  12. ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω.
Ἑκάβη
  1. ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν.
Πολυξένη
  1. ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.
Ἑκάβη
  1. οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.
Πολυξένη
  1. ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
Ἑκάβη
  1. οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;
Πολυξένη
  1. δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου.
Ἑκάβη
  1. ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.
Πολυξένη
  1. τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;