Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
  2. ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.
Ὀδυσσεύς
  1. ἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.
Ἑκάβη
  1. οἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος,
  2. δυσχλαινίᾳ τʼ ἄμορφος, ὀμμάτων τʼ ἄπο
  3. φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;
Ὀδυσσεύς
  1. οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.
Ἑκάβη
  1. ἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί;
Ὀδυσσεύς
  1. μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν.
Ἑκάβη
  1. ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;
Ὀδυσσεύς
  1. ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν.
Ἑκάβη
  1. ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός;
Ὀδυσσεύς
  1. ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
Ἑκάβη
  1. τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
Ὀδυσσεύς
  1. πολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν.
Ἑκάβη
  1. οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
  2. ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
  3. δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ;
  4. ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρους