Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
  2. λιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν,
  3. Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως
  4. Πριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλιν
  5. κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,
  6. δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς
  7. Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,
  8. ὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκα
  9. σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
  10. πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ
  11. πατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι,
  12. τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
  13. νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆς
  14. ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα
  15. οὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι.
  16. ἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματα
  17. πύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς
  18. Ἕκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
  19. καλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ
  20. τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας·