Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα,
  2. οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
  3. καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
  4. πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
  5. ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ,
  6. ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν.
  7. μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
  8. εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς