Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν
- ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ
- καὶ θανοῦσι λάμπει.
- κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν
- ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν.
- ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,
- ἐν δὲ χρόνῳ τελέθει
- ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων.