Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε
- καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,
- ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.
- οἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένην
- ἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω;
- οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ
- μετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων.
- ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύων