Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν
- Σηπιάδος ἵζου· μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸς
- λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν
- ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον
- δεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε.
- παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ·
- πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν
- ψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται.