Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον
- γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,
- Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,
- καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.
- σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν,
- θεὰ γεγῶσα καὶ θεοῦ πατρὸς τέκος,
- κακῶν ἀπαλλάξασα τῶν βροτησίων
- ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.