Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένου
  2. βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν
  3. κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς,
  4. βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,
  5. τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν
  6. χωρεῖ πρὸς αὐτούς· οἳ δ’ ὅπως πελειάδες
  7. ἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.
  8. πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων