Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ.
  2. χωρεῖ δὲ πρύμναν· οὐ γὰρ εἰς καιρὸν τυπεὶς
  3. ἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδος
  4. κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας
  5. ἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,
  6. βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε·
  7. Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺς
  8. ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;—