Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. θέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν.
  2. καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσεις
  3. κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.
  4. Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν
  5. ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους·
  6. Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ
  7. χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,
  8. τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάρος