Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε.
  2. ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
  3. ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος.
  4. ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
  5. φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.
  6. ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,
  7. γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν,
  8. ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
  9. κοὐκ ἀντιλέξοντ’. εἰσορᾷς φάος τόδε
  10. καὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ,
  11. οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.
  12. ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν,
  13. φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις,
  14. ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ
  15. μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις·
  16. οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,
  17. ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
  18. ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς·
  19. λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας·