Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,
- πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.
- τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
- μετοικεῖν σκότῳ θανὼν ὁ τλάμων,
- τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
- ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
- τίνος κλύω; πόθεν θανάσιμος τύχα,
- γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν;
- εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
- στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;
- ὤμοι μοι σέθεν, ---
- μέλεος, οἷον εἶδον ἄλγος δόμων,
- οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·
- ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.
- ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα
- γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ
- φέγγος ἀελίου
- τε καὶ νυκτὸς ἀστερωπὸν σέλας.
- ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος.