Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔπαθες, εἰργάσω
  2. τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.
  3. — αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’
  4. ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸς
  5. πάλαισμα μελέας.
  6. — τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;
Θησεύς
  1. ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις,
  2. τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,
  3. ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
  4. κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.
  5. κατακονὰ μὲν οὖν ἀβίοτος βίου·
  6. κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ
  7. τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν,
  8. μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
  9. τίνα λόγον τάλας, τίνα τύχαν σέθεν