Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνων
  2. ἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχον
  3. λευκᾷ καθαρμόζουσα δεί-
  4. ρᾳ, δαίμονα στυγνὸν καται-
  5. δεσθεῖσα, τὰν δ’ εὔδοξον ἀνθ-
  6. αιρουμένα φήμαν, ἀπαλ-
  7. λάσσουσά τ’ ἀλ-
  8. γεινὸν φρενῶν ἔρωτα.
Τροφός
  1. ἰοὺ ἰού·
  2. βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
  3. ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χορός
  1. — φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ
  2. γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τροφός
  1. οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον
  2. σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;