Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν
  2. ἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ ὁ ποντο-
  3. μέδων πορφυρέας λίμνας
  4. ναύταις οὐκέθ’ ὁδὸν νέμει,
  5. σεμνὸν τέρμονα κυρῶν
  6. οὐρανοῦ, τὸν Ἄτλας ἔχει·
  7. κρῆναί τ’ ἀμβρόσιαι χέον-
  8. ται Ζηνὸς μελάθρων παρὰ κοί-
  9. ταις, ἵν’ ἁ βιόδωρος αὔ-
  10. ξει ζαθέα
  11. χθὼν εὐδαιμονίαν θεοῖς.
Χορός
  1. ὦ λευκόπτερε Κρησία
  2. πορθμίς, ἃ διὰ πόντιον
  3. κῦμ’ ἁλίκτυπον ἅλμας
  4. ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων,
  5. κακονυμφοτάταν ὄνασιν. ἦ γὰρ ἀπ’ ἀμφοτέρων
  6. ἁ Κρησίας ἐκ γᾶς δύσορ-
  7. νις ἔπτατο κλεινὰς Ἀθή-
  8. νας· Μουνίχου δ’ ἀκταῖσιν ἐκ-
  9. δήσαντο πλεκτὰς πεισμάτων