Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.
- ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.
- παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς
- παρῄνεσάς μοι κἀπεχείρησας κακά.
- ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι
- φρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς.
- ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,
- τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ,
- σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε.
- ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,
- μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.
- καλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼ
- εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,
- ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον,
- αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.
- οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους,
- οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι
- αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.
- μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;
- θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.