Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.
- μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
- συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ
- τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
- Ἔρως Ἔρως, ὃ κατ’ ὀμμάτων
- στάζεις πόθον, εἰσάγων γλυκεῖαν
- ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ,
- μή μοί ποτε σὺν κακῷ φανείης
- μηδ’ ἄρρυθμος ἔλθοις.
- οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος,
- οἷον τὸ τᾶς Ἀφροδίτας
- ἵησιν ἐκ χερῶν
- Ἔρως, ὁ Διὸς παῖς.
- ἄλλως ἄλλως παρά τ’ Ἀλφεῷ
- Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις