Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας
- σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
- ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
- καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
- αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι.
- κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
- ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
- καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —
- πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ
- ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,
- ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
- εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·
- εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
- ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια
- ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,
- ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν
- παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.
- δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
- σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο
- λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.