Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε.
  2. νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.
  3. εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι·
  4. φανήσεταί τι τῆσδε φάρμακον νόσου.
  5. ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,
  6. εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
Χορός
  1. Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
  2. πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
  3. ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων
  4. τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.
Φαίδρα
  1. τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
  2. δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.
  3. οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,
  4. ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
Τροφός
  1. τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων