Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν.
- φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳ
- κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·
- ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον
- οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι.
- ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
- ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί,
- ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων
- Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε
- ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
- ἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷ
- ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
- στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.
- σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα
- πατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖς