Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τί δὲ κρηναίων νασμῶν ἔρασαι;
  2. πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
  3. κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.
Φαίδρα
  1. δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας
  2. καὶ γυμνασίων τῶν ἱπποκρότων,
  3. εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,
  4. πώλους Ἐνέτας δαμαλιζομένα.
Τροφός
  1. τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;
  2. νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας
  3. πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις
  4. ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι.
  5. τάδε μαντείας ἄξια πολλῆς,
  6. ὅστις σε θεῶν ἀνασειράζει
  7. καὶ παρακόπτει φρένας, ὦ παῖ.
Φαίδρα
  1. δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;
  2. ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;
  3. ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.
  4. φεῦ φεῦ, τλήμων.
  5. μαῖα, πάλιν μου κρύψον κεφαλήν,