Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.
- θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
- μετάβαλλε δέμας.
- ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας
- καὶ γενναίου λήματος οἴσεις·
- μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
- αἰαῖ·
- πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
- καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,
- ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ
- λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;
- ὦ παῖ, τί θροεῖς;
- οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ
- μανίας ἔποχον ῥίπτουσα λόγον;
- πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν
- καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
- στείβουσι κύνες
- βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι·
- πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι
- καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι