Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- λύπη τε φρενῶν χερσίν τε πόνος.
- πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων,
- κοὐκ ἔστι πόνων ἀνάπαυσις.
- ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο
- σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
- τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν
- δυσέρωτες δὴ φαινόμεθ’ ὄντες,
- δι’ ἀπειροσύνην ἄλλου βιότου
- κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας·
- μύθοις δ’ ἄλλως φερόμεσθα.
- ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·
- λέλυμαι μελέων σύνδεσμα φίλων.
- λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.
- βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν·
- ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.
- θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
- μετάβαλλε δέμας.
- ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας
- καὶ γενναίου λήματος οἴσεις·