Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χέρσον θ’ ὑπὲρ πελάγους
  2. δίναις ἐν νοτίαις ἅλμας.
Χορός
  1. — ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν
  2. ἀρχαγόν, τὸν εὐπατρίδαν,
  3. ποιμαίνει τις ἐν οἴκοις κρυ-
  4. πτὰ κοίτα λεχέων σῶν;
  5. — ἢ ναυβάτας τις ἔπλευσεν Κρή-
  6. τας ἔξορμος ἀνὴρ λιμένα
  7. τὸν εὐξεινότατον ναύταις,
  8. φήμαν πέμπων βασιλείᾳ,
  9. λύπᾳ δ’ ὑπὲρ παθέων
  10. εὐναία δέδεται ψυχά;
Χορός
  1. — φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν
  2. ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν,
  3. ὠδινῶν τε καὶ ἀφροσύνας.
  4. δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’
  5. αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν
  6. τόξων μεδέουσαν ἀύτευν
  7. Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ