Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.
- ἔα·
- ὦ θεῖον ὀδμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς
- ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας·
- ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά.
- ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
- ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;
- ὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ.
- οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης,
- οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι.
- οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ.
- Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο.
- ὤμοι· φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν.
- τιμῆς ἐμέμφθη σωφρονοῦντι δ’ ἤχθετο.
- τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις.
- πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
- ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
- ἐξηπατήθη δαίμονος βουλεύμασιν.
- ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
- ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.