Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
  2. πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε
  3. τὸν κακοδαίμονα καὶ κατάρατον
  4. πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς;
  5. ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
  6. ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼν
  7. προῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκρας
  8. ὀλέσας βίοτον· μόχθους δ’ ἄλλως
  9. τῆς εὐσεβίας
  10. εἰς ἀνθρώπους ἐπόνησα.
Ἱππόλυτος
  1. αἰαῖ αἰαῖ·
  2. καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει —
  3. μέθετέ με, τάλανες —
  4. καί μοι θάνατος Παιὰν ἔλθοι.
  5. προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί-