Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τῇ τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί.
  2. ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένη
  3. οὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼ
  4. ὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ
  5. θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν
  6. τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·
  7. ἔπειτα δ’ ἡ θανοῦσ’ ἀνήλωσεν γυνὴ
  8. λόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα.
  9. μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά,
  10. λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ
  11. θνῄσκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς
  12. αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
Χορός
  1. καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,
  2. σάρκας νεαρὰς ξανθόν τε κάρα
  3. διαλυμανθείς. ὦ πόνος οἴκων,
  4. οἷον ἐκράνθη δίδυμον μελάθροις
  5. πένθος θεόθεν καταληπτόν.
Ἱππόλυτος
  1. αἰαῖ αἰαῖ·
  2. δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου
  3. χρησμοῖς ἀδίκοις διελυμάνθην.