Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἡμῖν, ὅσαισι παρθένειος ἡδονή,
  2. δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.
  3. γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη
  4. τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς,
  5. ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον.
  6. ὃ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο
  7. λόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενος
  8. ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.
  9. ἣ δ’ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη
  10. ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν
  11. δόλοισι σὸν παῖδ’· ἀλλ’ ὅμως ἔπεισέ σε.
Θησεύς
  1. οἴμοι.
Ἄρτεμις
  1. δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ ἔχ’ ἥσυχος,
  2. τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.
  3. ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;