Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς.
Ἄγγελος
  1. πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον
  2. δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί;
  3. φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν
  4. οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσῃ.
Θησεύς
  1. κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν
  2. τὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη
  3. λόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς.
Χορός
  1. σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν
  2. ἄγεις, Κύπρι, σὺν δ’
  3. ὁ ποικιλόπτερος ἀμφιβαλὼν
  4. ὠκυτάτῳ πτερῷ.
  5. ποτᾶται δὲ γαῖαν εὐάχητόν θ’
  6. ἁλμυρὸν ἐπὶ πόντον.
  7. θέλγει δ’ Ἔρως, ᾧ μαινομένᾳ κραδίᾳ
  8. πτανὸς ἐφορμάσῃ χρυσοφαής,
  9. φύσιν ὀρεσκόων σκυλάκων πελαγίων θ’
  10. ὅσα τε γᾶ τρέφει
  11. τά τ’ ἀέλιος αἰθόμενα δέρκεται,