Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- φίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις.
- χρόνῳ δὲ δήποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·
- Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις.
- ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,
- δμῶες· πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.
- τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,
- καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας
- πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.
- μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,
- αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.
- καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·
- Ζεῦ, μηκέτ’ εἴην, εἰ κακὸς πέφυκ’ ἀνήρ·
- αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
- ἤτοι θανόντας ἢ φάος δεδορκότας.
- κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν