Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο
  2. βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
  3. τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.
Θεράπων
  1. ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον,
  2. φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν,
  3. προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
  4. δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν,
  5. εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων
  6. μάταια βάζει· μὴ δόκει τούτων κλύειν·
  7. σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.
Χορός
  1. Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,
  2. βαπτὰν κάλπισι ῥυτὰν πα-
  3. γὰν προιεῖσα κρημνῶν·
  4. ὅθι μοί τις ἦν φίλα
  5. πορφύρεα φάρεα
  6. ποταμίᾳ δρόσῳ
  7. τέγγουσα, θερ-
  8. μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ-
  9. αλίου κατέβαλλ’· ὅθεν