Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. [*](τὰ τοῦ δράματος πρόσωπαἈφροδίτηἹππόλυτοςΧορός ΚυνηγῶνΘεράπωνΧορός Τροιζηνίων ΓυναικώνΤροφόςΦαίδραΘησεύςἌγγελοςἌρτεμις)
    Ἀφροδίτη
    1. Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος,
    2. θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω·
    3. ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν
    4. ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
    5. τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
    6. σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
    7. ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·
    8. τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.
    9. δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα·
    10. ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,
    11. Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,
    12. μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας
    13. λέγει κακίστην δαιμόνων πεφυκέναι,
    14. ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων·
    15. Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,
    16. τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος·
    17. χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶ
    18. κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,
    19. μείζω βροτείας προσπεσὼν ὁμιλίας.