Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.
Ἰόλαος
  1. γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.
Θεράπων
  1. ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.
Ἰόλαος
  1. τίς δʼ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;
Θεράπων
  1. Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;
Ἰόλαος
  1. ὦ φίλταθʼ, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης;
Θεράπων
  1. μάλιστα· καὶ πρός γʼ εὐτυχεῖς τὰ νῦν τάδε.
Ἰόλαος
  1. ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
  2. ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους.
  3. πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων
  4. ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.
Ἀλκμήνη
  1. τί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγος
  2. Ἰόλαε; μῶν τίς σʼ αὖ βιάζεται παρὼν
  3. κῆρυξ ἀπʼ Ἄργους; ἀσθενὴς μὲν ἥ γʼ ἐμὴ
  4. ῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε,
  5. οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ.
  6. ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ
  7. μήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί,
  8. δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.
Ἰόλαος
  1. θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθεν