Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀεί ποθʼ ἥδε γαῖα τοῖς ἀμηχάνοις
  2. σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.
  3. τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
  4. ἤνεγκε, καὶ νῦν τόνδʼ ἀγῶνʼ ὁρῶ πέλας.
Δημοφῶν
  1. σοί τʼ εὖ λέλεκται, καὶ τὰ τῶνδʼ αὐχῶ, γέρον,
  2. τοιαῦτʼ ἔσεσθαι· μνημονεύσεται χάρις.
  3. κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι,
  4. τάξω δʼ, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν
  5. πολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς
  6. πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·
  7. ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·
  8. μάντεις δʼ ἀθροίσας θύσομαι. σὺ δʼ ἐς δόμους
  9. σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.