Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται,
  2. ψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοι
  3. ἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν.
  4. πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖς
  5. ὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·
  6. πέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένους
  7. κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,