Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τοῖον εἰς ἕρκος πεσεῖται
  2. καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’
  3. οὐχ ὑπεκφεύξεται.
Χορός
  1. σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων,
  2. παισὶν οὐ κατειδὼς
  3. ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε
  4. σᾷ στυγερὸν θάνατον.
  5. δύστανε μοίρας ὅσον παροίχῃ.