Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους
  2. πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,
  3. ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
  4. κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—
  5. ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε.
  6. ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν
  7. εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
Χορός
  1. νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,