Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
- πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
- οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
- ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
- νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν
- θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
- μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
- μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,