Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν
  2. γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·
  3. καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.
  4. παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,
  5. οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς
  6. ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
  7. ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
  8. πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,